2.8.17

ΚΑΛΗ ΠΑΝΑΓΙΑ!

Ὦ Παρθένος ἁγία, ἁγία μήτηρ Κυρίου· μακαρία νύμφη Τριάδος ἀχωρίστου· μακαρία σὺ ἐν γυναιξὶν, ἡ τεκοῦσα ἐπὶ γῆς ὡς βρέφος τὸν πάντων κτίστην Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἡ μόνη ἐπὶ γῆς κυήσασα τὸν οὐράνιον Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἧς μασθοὺς ἐθήλασεν ὁ τρέφων τὰ σύμπαντα· μακαρία σὺ ἐν γυναιξὶν, ἡ νῦν γεννήσασα τὸν ποτὲ πλάσαντα πηλῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, Θεοτόκε ἁγία παρθένε Μαρία...
Διὰ σοῦ γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ τὴν ἔχθραν κατέλυσεν, ὦ ἁγία Παρθένε· διὰ σοῦ ἡ οὐράνιος εἰρήνη τῷ κόσμῳ ἐδωρήθη, διὰ σοῦ τὰ πέρατα τῆς οἰκουμένης ἐφωτίσθη... διὰ σοῦ παῤῥησίαν ἄνθρωποι ἐν οὐρανῷ πρὸς τὸν Ὕψιστον ἔχουσι... διὰ σοῦ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐγνώκαμεν, ὃν ἔτεκες, παναγία Παρθένε, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ᾧ πάντες ἄγγελοι καὶ ἄνθρωποι προσκυνοῦντες λέγομεν, ἄναρχον τὸν Πατέρα, ἄναρχον τὸν Υἱόν, ἄναρχον τὸ ἅγιον Πνεῦμα, Τριάδα ἀχώριστον καὶ ὁμοούσιον δοξάζοντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου Κύπρου
Ἐγκώμιον εἰς τὴν Παναγίαν Θεοτόκον

 www.nectarios.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου